Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.29 Dem. 48.32 (English) >>Dem. 48.36

48.31κατὰ τὸν νόμον τοῦτον, ἄνδρες δικασταί, πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. καὶ μετὰ ταῦτα ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον. καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ· κἀγώ, ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος. τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως. 48.32νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ, καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες, ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος, οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι, ἀλλʼ ἔχει αὐτὸς ἅπαντα, ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος μὴν ἰσομοιρήσειν. καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ, καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς. 48.33βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι, πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν. καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον, ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.29 Dem. 48.32 (English) >>Dem. 48.36

Powered by PhiloLogic